ΕΟΡΤΗ ΤΗΣ ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΕΩΣ ΤΟΥ ΧΡΙΣΤΟΥ
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 4,4-7
ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ
Ἀδελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ῞Οτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· Ἀββᾶ ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾿ υἱός· εἶ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.