ΚΥΡΙΑΚΗ ΣΤ΄ ΝΗΣΤΕΙΩΝ      (ΜΕΓ. ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ)

ΤΩΝ ΒΑΪΩΝ (Ιω 12, 1 - 18)

ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ 

12,1 ῾Ο οὖν ᾿Ιησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. 3 ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζε. 7 εἶπεν οὖν ὁ ᾿Ιησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 9 ῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων καὶ ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν. 12 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. 14 εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐστι γεγραμμένον· 15 μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. 16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 ῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαῑδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ, καὶ πάλιν ᾿Ανδρέας καὶ Φίλιππος λέγουσι τῷ ᾿Ιησοῦ· 23 ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 

 Καλώς ήρθατε στην ιστοσελίδα μας, που λειτουργεί προς δόξαν Θεού (GCZMC12-9)
Υλοποιήθηκε από τη Webnode
Δημιουργήστε δωρεάν ιστοσελίδα! Αυτή η ιστοσελίδα δημιουργήθηκε με τη Webnode. Δημιουργήστε τη δική σας δωρεάν σήμερα! Ξεκινήστε